Ancient Greek · ~2 min
Θ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.2-8
Not analysed yet
Τοῦ δὲ ἐρεβίνθου πρὸς τὰ ἄλλα χεδροπὰ τό τε περὶ τὴν ἄνθησιν λεχθὲν καὶ τὸ τάχιστα τελειοκαρπεῖν ἰσχυρότατον ὂν καὶ ξυλωδέστατον, καὶ τὸ ὅλον μὴ ποιεῖν νειὸν καρπιζόμενον· τὴν δὲ πόαν ἐξαπόλλυσι καὶ μάλιστα δὲ καὶ τάχιστα τὸν τρίβολον. ὅλως δὲ οὐδὲ ἡ τυχοῦσα δύναται φέρειν αὐτόν, ἀλλὰ μελάγγειόν τινα δεῖ καὶ πίειραν εἶναι. τῶν δὲ ἄλλων ἡ ἀρίστη νειὸς ἀπὸ τῶν κυάμων καίπερ πυκνοσπορουμένων καὶ πολὺν καρπὸν φερόντων.