Ancient Greek · ~2 min
I, Chapter 7
Theophrastus, Enquiry into Plants 7.1-9
Not analysed yet
VII. Ὁ δὲ κάλαμος γίνεται καὶ ὁ σχοῖνος ὑπερβάλλοντι τὸν Λίβανον μεταξὺ τοῦ τε Λιβάνου καὶ ἄλλου τινὸς ὄρους μικροῦ ἐν τῷ αὐλωνίσκῳ τούτῳ, καὶ οὐχ ὥς τινές φασι τοῦ Ἀντιλιβάνου· ὁ γὰρ Ἀντιλίβανος μακρὰν ἀπέχει τοῦ Λιβάνου καὶ μεταξὺ τούτων ἐστὶν ὃν αὐλῶνα καλοῦσι πεδίον πολὺ καὶ καλόν. ὅπου δὲ ὁ κάλαμος καὶ ὁ σχοῖνος φύεται λίμνη μεγάλη τυγχάνει, πρὸς ταύτην δὲ ἐν τῷ ἕλει τῷ ἀνεξηραμμένῳ πεφύκασι· τοπον δὲ ἔχουσι πλεῖον ἢ τριάκοντα σταδίων. οὐκ ὄζουσι δὲ χλωροὶ ἀλλὰ ξηρανθέντες, τῇ προσόψει δὲ οὐδὲν διαφέρουσι τῶν ἄλλων· εἰσβάλλοντι δ᾿ εἰς τὸν τόπον εὐθὺς ὀσμὴ προσβάλλει·