Ancient Greek · ~4 min
I, Chapter 7
Theophrastus, Enquiry into Plants 7.2-9
Not analysed yet
οὐ μὴν πορρωτέρω γε ἡ ἀποπνοὴ γίνεται, καθάπερ τινές φασι, ταῖς προσφερομέναις ναυσὶ πρὸς τὴν χώραν· καὶ γὰρ ὁ τόπος οὗτος ἀπὸ θαλάττης ἀπέχει πλείους ἢ ἑκατὸν πεντήκοντα σταδίους· ἀλλ᾿ ἐν τῇ Ἀραβίᾳ τὴν ἀποπνοὴν εἶναί φασι τὴν ἀπὸ τῆς χώρας εὔοσμον. Ἐν μὲν οὖν Συρίᾳ τὰ περιττὰ τῇ ὀσμῇ σχεδὸν ταῦτ᾿ ἐστίν· ἡ γὰρ χαλβάνη βαρύτερον καὶ μᾶλλον φαρμακῶδες· ἐπεὶ καὶ αὕτη γίνεται περὶ Συρίαν ἐκ τοῦ πανάκους καλουμένου. τὰ δὲ ἄλλα πάντα τὰ εὔοσμα οἷς πρὸς τὰ ἀρώματα χρῶνται, τὰ μὲν ἐξ Ἰνδῶν κομίζεται κἀκεῖθεν ἐπὶ θάλατταν καταπέμπεται, τὰ δ᾿ ἐξ Ἀραβίας, οἷον πρὸς τῷ κιναμώμῳ καὶ τῇ κασίᾳ καὶ κώμακον· ἕτερον δ᾿ εἶναι τὸ κώμακον καρπόν· τὸ δ᾿ ἕτερον παραμίσγουσιν εἰς τὰ σπουδαιότατα τῶν μύρων. τὸ δὲ καρδάμωμον καὶ ἄμωμον οἱ μὲν ἐκ Μηδείας, οἱ δ᾿ ἐξ Ἰνδῶν καὶ ταῦτα καὶ τὴν νάρδον καὶ τὰ ἄλλα ἢ τὰ πλεῖστα.