Ancient Greek · ~3 min
Γ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.3-3
Not analysed yet
Φέρει δὲ τὰ μὲν ἄλλα τόν τε καρπὸν τὸν ἑαυτῶν καὶ τὰ κατ᾿ ἐνιαυτὸν ἐπιγινόμενα ταῦτα, φύλλον ἄνθος βλαστόν· τὰ δὲ καὶ βρύον ἢ ἕλικα· τὰ δὲ πλείω, καθάπερ ἥ τε πτελέα τόν τε βότρυν καὶ τὸ θυλακῶδες τοῦτο, καὶ συκῆ καὶ τὰ ἐρινὰ τὰ προαποπίπτοντα καὶ εἴ τινες ἄρα τῶν συκῶν ὀλυνθοφοροῦσιν· ἴσως δὲ τρόπον τινὰ καρπὸς οὗτος. ἀλλ᾿ ἡ Ἡρακλεωτικὴ καρύα τὸν ἴουλον καὶ ἡ πρῖνος τὸν φοινικοῦν κόκκον ἡ δὲ δάφνη τὸ βότρυον. φέρει μὲν καὶ ἡ καρποφόρος, εἰ μὴ καὶ πᾶσα ἀλλά τοι γένος τι αὐτῆς, οὐ μὴν ἀλλὰ πλέον ἡ ἄκαρπος, ἣν δὴ καὶ ἄρρενά τινες καλοῦσιν. ἀλλ᾿ ἡ πεύκη τὸν προαποπίπτοντα κύτταρον.