Ancient Greek · ~3 min
Γ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.4-2
Not analysed yet
Πλεῖστα δὲ πάντων ἡ δρῦς παρὰ τὸν καρπόν, οἷον τήν τε κηκίδα τὴν μικρὰν καὶ τὴν ἑτέραν τὴν πιττώδη μέλαιναν. ἔτι δὲ συκαμινῶδες ἄλλο τῇ μορφῇ πλὴν σκληρὸν καὶ δυσκάτακτον. σπάνιον δὲ τοῦτο· καὶ ἕτερον αἰδοιώδη σχέσιν ἔχον, τελειούμενον δ᾿ ἔτι σκληρὸν κατὰ τὴν ἐπανάστασιν καὶ τετρυπημένον· προσεμφερὲς τρόπον τινὰ τοῦτ᾿ ἐστὶ καὶ ταύρου κεφαλῇ, περικαταγνύμενον δὲ ἔνδοθεν ἔχει πυρῆνος ἐλάας ἰσοφυές. φύει δὲ καὶ τὸν ὑπ᾿ ἐνίων καλούμενον πῖλον· τοῦτο δ᾿ ἐστὶ σφαιρίον ἐριῶδες μαλακὸν περὶ πυρήνιον σκληρότερον πεφυκός, ᾧ χρῶνται πρὸς τοὺς λύχνους· καίεται γὰρ καλῶς, ὥσπερ καὶ ἡ μέλαινα κηκίς. φύει δὲ καὶ ἕτερον σφαιρίον κόμην ἔχον, τὰ μὲν ἄλλα ἀχρεῖον, κατὰ δὲ τὴν ἐαρινὴν ὥραν ἐπίβαπτον χυλῷ μελιτηρῷ καὶ κατὰ τὴν ἁφὴν καὶ κατὰ τὴν γεῦσιν.