Ancient Greek · ~3 min
Δ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.3-4
Not analysed yet
Οί δέ, ὅτε ἀνάπλους ἦν τῶν ἐξ Ἰνδῶν ὰποστα λέντων ὑπὸ Ἀλεξάνδρουυ, τὰ ἐν τῇ θαλάττῃ φυόμενα. μέχρι οὗ μὲν ἂν ᾖ ἐν τῷ ὑγρῷ, χρῶμά φασιν ἔχειν ὅμοιον τοῖς φυκίοις, ὁπόταν δ’ ἐξενεχθέντα τεθῇ πρὸς τὸν ἥλιον, ἐν ὀλίγῳ χρόνῳ ἐξομοιοῦσθαι τῷ ἁλί. φύεσθαι δὲ καὶ σχοίνους λιθίνους παρ’ αὐτὴν τὴν θάλατταν, οὓς οὐδεὶς ἂν διαγνοίη τῇ ὄψει πρὸς τοὺς ἀληθινούς. θαυμασιώτερον δέ τι τούτου λέγουσι· φύεσθαι γὰρ δενδρύφι’ ἄττα τὸ μὲν χρῶμα ἔχοντα ὅμοιον κέρατι βοὸς τοῖς δὲ ὄζοις τραχέα καὶ ἀπ’ ἄκρου πυρρά· ταῦτα δὲ θραύεσθαι μὲν εἰ συγκλῴη τις· ἐκ δὲ τούτων πυρὶ ἐμβαλλόμενα, καθάπερ τὸν σίδηρον, διάπυρα γινόμενα πάλιν ὅταν ἀποψύχοιτο κσθίστασθαι καὶ τὴν αὐτὴν χρόαν λαμβάνειν.