Ancient Greek · ~2 min
Δ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.4-3
Not analysed yet
Ἐν δὲ ταῖς νήσοις ταῖς ὑπὸ τῆς πλημμυρίδος καταλαμβανομέναις δένδρα μεγάλα πεφυκέναι ἡλίκαι πλάτανοι καὶ αἴγειροι αἱ μέγισται· συμβαίνειν δέ, ὅθ’ ἡ πλημμυρὶς ἐπέλθοι, τὰ μὲν ἄλλα κατακρύπτεσθαι ὅλα, τῶν δὲ μεγίστων ὑπερέχειν τοὺς κλάδους, ἐξ ὦν τὰ πρυμνησία ἀνάπτειν, εἶθ' ὅτε πάλιν ἄμπωτις γίνοιτο ἐκ τῶν ῥιζῶν. ἔχειν δὲ τὸ δένδρον φύλλον μὲν ὅμοιον τῇ δάφνῃ, ἄνθος δὲ τοῖς ἴοις καὶ τῷ χρώματι καὶ τῇ ὀσμῇ, καρπὸν δὲ ἡλίκον ἐλάα καὶ τοῦτον εὐώδη σφόδρα· καὶ τὰ μὲν φύλλα οὐκ ἀποβάλλειν, τὸ δὲ ἄνθος καὶ τὸν καρπὸν ἄμα τῷ φθινοπώρῳ γίνεσθαι, τοῦ δὲ ἔαρος ἀπορρεῖν.