Ancient Greek · ~2 min
I, Chapter 7
Theophrastus, Enquiry into Plants 7.3-9
Not analysed yet
Οἷς μὲν οὖν εἰς τὰ ἀρώματα χρῶνται σχεδὸν τάδς ἐστί· κασία κινάμωμον καρδάμωμον νάρδος ναῖρον βάλσαμον ἀσπάλαθος στύραξ ἶρις νάρτη κόστος πάνακες κρόκος σμύρνα κύπειρον σχοῖνος κάλαμος ἀμάρακον λωτὸς ἄννητος. τούτων δὲ τὰ μὲν ῥίζαι τὰ δὲ φλοιοὶ τὰ δὲ κλῶνες τὰ δὲ ξύλα τὰ δὲ σπέρματα τὰ δὲ δάκρυα τὰ δὲ ἄνθη. καὶ τὰ μὲν πολλαχοῦ γίνεται, τὰ δὲ περιττότατα καὶ εὐοδμότατα πάντα ἐκ τῆς Ἀσίας καὶ ἐκ τῶν ἀλεεινῶν τόπων. ἐκ γὰρ αὐτῆς Εὐρώπης οὐδέν ἐστιν ἔξω τῆς ἴριδος.