Ancient Greek · ~2 min
B, Chapter 7
Theophrastus, Enquiry into Plants 7.4
Not analysed yet
Ἡ δὲ κόπρος οὕτε πᾶσιν ὁμοίως οὖθ᾿ ἡ αὐτὴ πᾶσιν ἁρμόττει· τὰ μὲν γὰρ δριμείας δεῖται τὰ δ᾿ ἦττον τὰ δὲ παντελῶς κούφης. δριμυτάτη δὲ ἡ τοῦ ἀνθρώπου· καθάπερ καὶ Χαρτόδρας ἀρίστην μὲν ταύτην εἶναί φησι, δευτέραν δὲ τὴν ὑείαν, τρίτην δὲ αἰγός, τετάρτην δὲ προβάτου, πέμπτην δὲ βοός, ἕκτην δὲ τὴν λοφούρων. ἡ δὲ συρματῖτις ἄλλη καὶ ἄλλως· ἡ μὲν γὰρ ἀσθενεστέρα ταύτης ἡ δὲ κρείττων.