Ancient Greek · ~3 min
B, Chapter 7
Theophrastus, Enquiry into Plants 7.5
Not analysed yet
Τὴν δὲ σκαπάνην πᾶσιν οἴονται συμφέρειν, ὥσπερ καὶ τὴν ὄσκαλσιν τοῖς ἐλάττοσιν· εὐτραφέστερα γὰρ γίνεσθαι. τρέφειν δὲ δοκεῖ καὶ ὁ κονιορτὸς ἔνια καὶ θάλλειν ποιεῖν, οἶον τὸν βότρυν, δι᾿ ὃ καὶ ὑποκονίουσι πολλάκις· οἱ δὲ καὶ τὰς συκᾶς ὑποσκάπτουσιν ἔνθα τούτου δεῖ. Μεγαροῖ δὲ καὶ τοὺς σικύους καὶ τὰς κολοκύντας, ὅταν οἱ ἐτησίαι πνεύσωσι, σκάλλοντες κονιορτοῦσι καὶ οὕτω γλυκυτέρους καὶ ἁπαλωτέρους ποιοῦσιν οὐχ ὑδρεύοντες. τοῦτο μὲν οὖν ὁμολογούμενον. τὴν δ᾿ ἄμπελον οὕ φασί τινες δεῖν ὑποκονίειν οὐδ᾿ ὅλως ἅπτεσθαι περκάζοντος τοῦ βότρυος, ἀλλ᾿ εἴπερ ὅταν ἀπομελανθῇ. οἱ δὲ τὸ ὅλον μηδὲ τότε πλὴν ὅσον ὑποτῖλαι τὴν βοτάνην· ὑπὲρ μὲν οὖν τούτων ἀμφισβητοῦσιν.