Ancient Greek · ~3 min
Ε, Chapter 7
Theophrastus, Enquiry into Plants 7.4-4
Not analysed yet
Οἰκοδομικὴ δὲ πολλῷ πλείων, ἐλάτη τε καὶ πεύκη καὶ κέδρος, ἔτι κυπάριττος δρῦς καὶ ἄρκευθος· ὡς δ’ ἀπλῶς εἰπεῖν πᾶσα χρησίμη πλὴν εἴ τις ἀσθενὴς πάμπαν· οὐκ εἰς ταὐτὸ γὰρ πᾶσαι, καθάπερ οὐδ’ ἐπὶ τῆς ναυπηγίας. αἱ δ’ ἄλλαι πρὸς τὰ ἴδια τῶν τεχνῶν, οἶον σκεύη καὶ ὄργανα καὶ εἴ τι τοιοῦτον ἕτερον. πρὸς πλεῖστα δὲ σχεδὸν ἡ ἐλάτη παρέχεται χρείαν· καὶ γὰρ πρὸς τοὺς πίνακας τοὺς γραφομένους. τεκτονικῇ μὲν οὖν ἡ παλαιοτάτη κρατίστη, ἐὰν ᾖ ἀσαπής· εὐθετεῖ γὰρ ὡς εἰπεῖν πᾶσι χρῆσθαι· ναυπηγικῇ δὲ διὰ τὴν κάμψιν ἐνικμοτέρᾳ ἀναγκαῖον· ἐπεὶ πρός γε τὴν κόλλησιν ἡ ξηροτέρα συμφέρει. ἵσταται γὰρ καινὰ τὰ ναυπηγούμενα καὶ ὅταν συμπαγῇ καθελκυσθέντα συμμύει καὶ στέγει, πλὴν ἐὰν μὴ παντάπασιν ἐξικμασθῇ· τότε δὲ οὐ δέχεται κόλλησιν ἢ οὐχ ὁμοίως.