Ancient Greek · ~2 min
Ε, Chapter 7
Theophrastus, Enquiry into Plants 7.3-5
Not analysed yet
Ἡ δὲ τορνεία τοῖς μὲν πλοίοις γίνεται συκαμίνου μελίας πτελέας πλατάνου· γλισχρότητα γὰρ ἔχειν δεῖ καὶ ἰσχύν. χειρίστη δὲ ἡ τῆς πλατάνου· ταχὺ γὰρ σήπεται. ταῖς δὲ τριήρεσιν ἔνιοι καὶ πιτυίνας ποιοῦσι διὰ τὸ ἐλαφρόν. τὸ δὲ στερέωμα, πρὸς ᾧ τὸ χέλυσμα, καὶ τὰς ἐπωτίδας, μελίας καὶ συκαμίνου καὶ πτελέας· ἰσχυρὰ γὰρ δεῖ ταῦτ’ εἶναι. ναυπηγήσιμος μὲν οὖν ὕλ η σχεδὸν αὕτη.