Ancient Greek
Γ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.5-2
Not analysed yet
Παραφύει δ᾿ ἐνδοτέρω τῆς τῶν ῥαβδῶν μασχαλίδος ἕτερον σφαιρίον ἄμισχον ἢ καὶ κοιλόμισχον ἴδιον καὶ ποικίλον· τοὺς μὲν γὰρ ἐπανεστηκότας ὀμφαλοὺς ἐπιλεύκους ἢ ἐπεστιγμένους ἔχει μέλανας τὸ δ᾿ ἀνὰ μέσον κοκκοβαφὲς καὶ λαμπρόν· ἀνοιγόμενον δ᾿ ἐστὶ μέλαν καὶ ἐπίσαπρον. σπάνιον δὲ παραφύει καὶ λιθάριον κισσηροειδὲς ἐπὶ πλεῖον. ἔτι δ᾿ ἄλλο τούτου σπανιαίτερον φυλλικὸν συμπεπιλημένον πρόμηκες σφαιρίον. ἐπὶ δὲ τοῦ φύλλου φύει κατὰ τὴν ῥάχιν σφαιρίον λευκὸν διαυγὲς ὑδατῶδες, ὅταν ἁπαλὸν ᾖ· τοῦτο δὲ καὶ μύας ἐνίοτε ἐνδὸν ἴσχει. τελειούμενον δὲ σκλη ρύνεται κηκίδος μικρᾶς λείας τρόπον.