Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.5-5
Not analysed yet
Τοῦ δὲ ἑρπύλλου ἴδιος ἡ αὔξησις ἡ τῶν βλαστῶν· δύναται γὰρ ἐφ᾿ ὁσονοῦν προϊέναι κατὰ μῆκος χάρακα λαβὼν ἢ πρὸς αἱμασιὰν φυτευθεὶς ἢ κάτω καθιέμενος· εὐαυξέστατος δὲ εἰς φρέαρ. εἴδη δὲ τοῦ μὲν ἡμέρου λαβεῖν οὐκ ἔστι, καθάπερ ἐλέχθη. τοῦ δὲ ἀγρίου φασὶν εἶναι. τοῦ γὰρ ἐν τοῖς ὄρεσιν τὸν μὲν θυμβρώδη τινὰ καὶ δριμύτατον τὸν δ᾿ εὔοσμον εἶναι καὶ μαλακώτερον.