Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.6-5
Not analysed yet
Ὥρα δὲ τῆς φυτείας πλείστων μετόπωρον, ἐν ᾧ σπεύδουσιν ὡς πρῶτα φυτεύειν· οὐ μὴν ἀλλ᾿ ἔνια καὶ τοῦ ἦρος φυτεύουσιν. ἅπαντα φιλόσκια καὶ φίλυδρα καὶ φιλόκοπρα μάλιστα· αὐχμὸν δὲ δέχεται καὶ ὅλως ὀλιγοϋδρότατος ὁ ἕρπυλλος. κόπρῳ δὲ χαίρει, μάλιστα δὲ καὶ τῇ τῶν λοφούρων· φασὶ δὲ καὶ μεταφυτεύειν δεῖν πολλάκις· καλλίω γάρ. τὸ δὲ σισύμβριον, ὥσπερ ἐλέχθη, καὶ ἐξίσταται μὴ μεταφυτευόμενον.