Ancient Greek · ~2 min
Ε, Chapter 7
Theophrastus, Enquiry into Plants 7.6-4
Not analysed yet
Σφένδαμνός τε καὶ ζυγία πρὸς κλινοπηγίαν καὶ πρὸς τὰ ζυγὰ τῶν λοφούρων. μίλος δὲ εἰς παρακολλήματα κιβώτοις καὶ ὑποβάθροις καὶ ὅλως τοῖς τοιούτοις. πρῖνος δὲ πρὸς ἄξονας ταῖς μονοστρόφοις ἁμάξαις καὶ εἰς ζυγὰ λύραις καὶ ψαλτηρίοις. ὀξύη δὲ πρὸς ἁμαξοπηγίαν καὶ διφροπηγίαν τὴν εὐτελῆ. πτελέα δὲ πρὸς θυροπηγίαν καὶ γαλεάγρας· χρῶνται δὲ καὶ εἰς τὰ ἁμαξικὰ μετρίως. πηδὸς δὲ εἰς ἄξονάς τε ταῖς ἀμάξαις καὶ εἰς ἕλκηθρα τοῖς ἀρότροις. ἀνδράχλη δὲ ταῖς γυναιξὶν εἰς τὰ περὶ τοὺς ἱστούς. ἄρκευθος δὲ εἰς τεκτονίας καὶ εἰς τὰ ὑπαίθρια καὶ εἰς τὰ κατορυττόμενα κατὰ γῆς διὰ τὸ ἀσαπές.