Ancient Greek · ~3 min
Ε, Chapter 7
Theophrastus, Enquiry into Plants 7.7-3
Not analysed yet
ὡσαύτως δὲ καὶ ἡ Εὐβοϊκὴ καρύα, καὶ πρός γε τὴν κατόρυξιν ἔτι μᾶλλον ἀσαπής. πύξῳ δὲ χρῶνται μὲν πρὸς ἔνια, οὐ μὴν ἀλλ’ ἥ γε ἐν τῷ Ὀλύμπῳ γινομένη διὰ τὸ βραχεῖά τε εἶναι καὶ ὀζώδης ἀχρεῖος. τερμίνθῳ δὲ οὐδὲν χρῶνται πλὴν τῷ καρπῷ καὶ τῇ ῥητίνῃ. οὐδὲ φιλυκῃ πλὴν τοῖς προβάτοις· ἀεὶ γάρ ἐστι δασεῖα. τῇ δὲ ἀφάρκῃ εἰς χάρακάς τε καὶ τὸ καίειν. κηλάστρῳ δὲ καὶ σημύδᾳ πρὸς βακτηρίας. ἔνιοι δὲ καὶ δάφνῃ· τὰς γὰρ γεροντικὰς καὶ κούφας ταύτης ποιοῦσιν. ἰτέᾳ δὲ πρός τε τὰς ἀσπίδας καὶ τὰς κίστας καὶ τὰ κανᾶ καὶ τἆλλα. προσαναλαβεῖν δέ ἐστι καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως.