Ancient Greek
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.1
Not analysed yet
VIII. Τῶν δένδρων τὰς τοιαύτας ἄν τις λάβοι διαφοράς. ἔστι γὰρ τὰ μὲν ὀζώδη τὰ δ᾿ ἄνοζα καὶ φύσει καὶ τόπῳ κατὰ τὸ μᾶλλον καὶ ἧττον. ἄνοζα δὲ λέγω οὐχ ὥστε μὴ ἔχειν ὅλω—οὐδὲν γὰρ τοιοῦτο δένδρον, ἀλλ᾿ εἴπερ, ἐπὶ τῶν ἄλλων οἷον σχοῖνος τύφη κύπειρος ὅλως ἐπὶ τῶν λιμνωδῶν—ἀλλ᾿ ὥστε ὀλίγους ἔχειν. φύσει μὲν οἷον ἀκτὴ δάφνη συκῆ ὅλως πάντα τὰ λειόφλοια καὶ ὅσα κοῖλα καὶ μανά. ὀζῶδες δὲ ἐλάα πεύκη κότινος· τούτων δὲ τὰ μὲν ἐν παλισκίοις καὶ νηνέμοις καὶ ἐφύδροις, τὰ δὲ ἐν εὐηλίοις καὶ χειμερίοις καὶ πνευματώδεσι καὶ λεπτοῖς καὶ ξηροῖς· τὰ μὲν γὰρ ἀνοζότερα, τὰ δὲ ὀζωδέστερα τῶν ὁμογενῶν. ὅλως δὲ ὀζωδέστερα τὰ ὀρεινὰ τῶν πεδεινῶν καὶ τὰ ξηρὰ τῶν ἑλείων.