Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.2
Not analysed yet
Ἔτι δὲ κατὰ τὴν φυτείαν τὰ μὲν πυκνὰ ἄνοζα καὶ ὀρθά, τὰ δὲ μανὰ ὀζωδέστερα καὶ σκολιώτερα· συμβαίνει γὰρ ὥστε τὰ μὲν ἐν παλισκίῳ εἶναι τὰ δὲ ἐν εὐηλίῳ. καὶ τὰ ἄρρενα δὲ τῶν θηλειῶν ὀζωδέστερα ἐν οἷς ἐστιν ἄμφω, οἷον κυπάριττος ἐλάτη ὀστρυῒς κρανεία· καλοῦσι γὰρ γένος τι θηλυκρανείαν· καὶ τὰ ἄγρια δὲ τῶν ἡμέρων, καὶ ἀπλῶς καὶ τὰ ὑπὸ ταὐτὸ γένος, οἷον κότινος ἐλάας καὶ ἐρινὸς συκῆς καὶ ἀχρὰς ἀπίου. πάντα γὰρ ταῦτα ὀζωδέστερα· καὶ ὡς ἐπὶ τὸ πολὺ πάντα τὰ πυκνὰ τῶν μανῶν· καὶ γὰρ τὰ ἄρρενα πυκνότερα καὶ τὰ ἄγρια· πλὴν εἴ τι διὰ πυκνότητα παντελῶς ἄνοζον ἢ ὀλίγοζον, οἷον πύξος λωτός.