Ancient Greek
Γ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.1-3
Not analysed yet
VΙΙΙ. Πάντων δέ, ὥσπερ ἐλέχθη, τῶν δένδρων ὡς καθ᾿ ἕκαστον γένος λαβεῖν διαφοραὶ πλείους εἰσίν· ἡ μὲν κοινὴ πᾶσιν, ᾗ διαιροῦσι τὸ θῆλυ καὶ τὸ ἄρρεν, ὧν τὸ μὲν καρποφόρον τὸ δὲ ἄκαρπον ἐπί τινων. ἐν οἷς δὲ ἄμφω καρποφόρα τὸ θῆλυ καλλικαρπότερον καὶ πολυκαρπότερον· πλὴν ὅσοι ταῦτα καλοῦσιν ἄρρενα, καλοῦσι γάρ τινες. παραπλησία δ᾿ ἡ τοιαύτη διαφορὰ καὶ ὡς τὸ ἥμερον διήρηται πρὸς τὸ ἄγριον. ἑτέρα δὲ κατ᾿ εἶδος αὐτῶν τῶν ὁμογενῶν· ὑπὲρ ὧν λεκτέον ἅμα συνεμφαίνοντας καὶ τὰς ἰδίας μορφὰς τῶν μὴ φανερῶν καὶ γνωρίμων.