Ancient Greek · ~3 min
Γ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.2-3
Not analysed yet
Δρυὸς δὴ γένη—ταύτην γὰρ μάλιστα διαιροῦσι· καὶ ἔνιοί γε εὐθὺς τὴν μὲν ἥμερον καλοῦσι τὴν δ᾿ ἀγρίαν οὐ τῇ γλυκύτητι τοῦ καρποῦ διαιροῦντες· ἐπεὶ γλυκύτατός γε ὁ τῆς φηγοῦ, ταύτην δ᾿ ἀγρίαν ποιοῦσιν· ἀλλὰ τῷ μᾶλλον ἐν τοῖς ἐργασίμοις φύεσθαι καὶ τὸ ξύλον ἔχειν λειότερον, τὴν δὲ φηγὸν τραχὺ καὶ ἐν τοῖς ὀρεινοῖς—γένη μὲν οὖν οἱ μὲν τέτταρα ποιοῦσιν οἱ δὲ πέντε. διαλλάττουσι δ᾿ ἔνια τοῖς ὀνόμασιν, οἷον τὴν τὰς γλυκείας φέρουσαν οἱ μὲν ἡμερίδα καλοῦντες οἱ δ᾿ ἐτυμόδρυν. ὁμοίως δὲ καὶ ἐπ᾿ ἄλλων. ὡς δ᾿ οὖν οἱ περὶ τὴν Ἴδην διαιροῦσι, τάδ᾿ ἐστὶ τὰ εἴδη· ἡμερὶς αἰγίλωψ πλατύφυλλος φηγὸς ἁλίφλοιος· οἱ δὲ εὐθύφλοιον καλοῦσιν. κάρπιμα μὲν πάντα· γλυκύτατα δὲ τὰ τῆς φηγοῦ, καθάπερ εἴρηται, καὶ δεύτερον τὰ τῆς ἡμερίδος, ἔπειτα τῆς πλατυφύλλου, καὶ τέταρτον ἡ ἁλίφλοιος, ἔσχατον δὲ καὶ πικρότατον ἡ αἰγίλωψ.