Ancient Greek
Δ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.3-4
Not analysed yet
Φύεται δὲ ὁ πάπυρος οὐκ ἐν βάθει τοῦ ὕδατος ἀλλ’ ὅσον ἐν δύο πήχεσιν, ἐνιαχοῦ δὲ καὶ ἐν ἐλάττονι. πάχος μὲν οὖν τῆς ῥίζης ἡλίκον καρπὸς χειρὸς ἀνδρὸς εὐρώστου, μῆκος δὲ ὑπὲρ τετράπηχυ· φύεται δὲ ὑπὲρ τῆς γῆς αὐτῆς, πλαγίας ῥίζας εἰς τὸν πηλὸν καθιεῖσα λεπτὰς καὶ πυκνάς, ἄνω δὲ τοὺς παπύρους καλουμένους τριγώνους, μέγεθος ὡς δέκα πήχεις, κόμην ἔχοντας ἀχρεῖον ἀσθενῆ καρπὸν δὲ ὅλως οὐδένα· τούτους δ’ ἀναδίδωσι κατὰ πολλὰ μέρη.