Ancient Greek · ~2 min
Δ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.2-4
Not analysed yet
Σχεδὸν δὲ καὶ ταῦτα κοινὰ πάντων τῶν ποταμῶν ἐσ τιν· ἐπεὶ καὶ ἐν τῷ Νείλῳ πέφυκεν· οὐ μὴν πολλή γε ἡ πλάτανος, ἀλλὰ σπανιωτέρα ἔτι ταύτης ἡ λεύκη, πλείστη δὲ μελία καὶ βουμέλιος. τῶν γοῦν ἐν Αἰγύπτῳ φυομένων τὸ μὲν ὅλον πολὺ πλῆθός ἐστιν πρὸς τὸ ἀριθμήσασθαι καθ’ ἕκαστον· οὐ μὴν ἀλλ’ ὥς γε ἁπλῶς εἰπεῖν ἀπόντα ἐδώδιμα καὶ χυλοὺς ἔχοντα γλυκεῖς. διαφέρειν δὲ δοκεῖ τῇ γλυκύτητι καὶ τῷ τρόφιμα μάλιστα εἶναι τρία ταῦτα, ὅ τε πάπυρος καὶ τὸ καλούμενον σάρι καὶ τρίτον ὃ μνασίον καλοῦσι.