Ancient Greek · ~3 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.3-6
Not analysed yet
Τὰ δὲ θερινὰ μᾶλλον ἥ τε λυχνὶς καὶ τὸ διόσανθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ὁ ἀμάρακος ὁ Φρύγιος· ἔτι δὲ ὁ πόθος καλούμενος· οὗτος δ᾿ ἐστὶ διττός, ὁ μὲν ἔχων τὸ ἄνθος ὅμοιον τῇ ὑακίνθῳ, ὁ δὲ ἕτερος ἄχρους λευκός, ᾧ χρῶνται περὶ τοὺς τάφους· καὶ χρονιώτερος οὗτος. ἀνθεῖ δὲ καὶ ἡ ἶρις τοῦ θέρους καὶ τὸ στρουθίον καλούμενον· τῇ μὲν ὄψει καλὸν τὸ ἄνθος ἄοσμον δέ. μετοπώρου δὲ τὸ λείριον τὸ ἕτερον καὶ ὁ κρόκος, ὅ τε ὀρεινὸς ἄοσμος καὶ ὁ ἥμερος· εὐθὺς γὰρ ἀνθοῦσι τοῖς πρώτοις ὕδασι. χρῶνται δὲ καὶ τῶν ἀγρίων τῷ τῆς ὀξυακάνθου καρπῷ καὶ τῷ ἄνθει τῷ τῆς μίλακος.