Ancient Greek
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.2-6
Not analysed yet
τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δ᾿ ἀπολείπει τῶν ἐαρινῶν· ὀλιγοχρονία γὰρ ἡ ἄνθησις. ὀλιγοχρόνια δὲ καὶ τῶν ἀγρίων τὰ λοιπὰ πλὴν τῆς ὑακίνθου καὶ τῆς ἀγρίας καὶ τῆς σπαρτῆς· αὕτη δὲ διαμένει καὶ τὸ λευκὸν ἴον καὶ ἔτι πλείω τὸ φλόγινον· τὸ δὲ δὴ μέλαν ἴον, ὥσπερ εἴρηται, δι᾿ ἐνιαυτοῦ θεραπείας τυγχάνον. ὡσαύτως δὲ καὶ ἡ οἰνάνθη, καὶ γὰρ τοῦτο ἀνθικὸν μὲν ποῶδες δὲ τὴν φύσιν, ἐάν τις ἀποκνίζῃ καὶ ἀφαιρῇ τὸ ἄνθος καὶ μὴ ἐᾷ σπερματοῦσθαι καὶ ἔτι τόπον εὔειλον ἔχῃ· τὸ δὲ ἄνθος βοτρυῶδες καὶ λευκὸν καθάπερ τῶν ἀγρίων ταῦτα μὲν οὖν ὥσπερ ἐαρινὰ φαίνεται.