Ancient Greek · ~3 min
Θ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.3-8
Not analysed yet
Γένος δ᾿ ὅλον ἐξαλλάττειν εἰς ἕτερον οὐδὲν ἄλλο πέφυκε πλὴν τίφη καὶ ζειά, καθάπερ εἴπομεν ἐν τοῖς πρώτοις λόγοις, καὶ ἡ αἶρα δ᾿ ἐκ τῶν πυρῶν καὶ κριθῶν διαφθειρομένων· ἢ εἰ μὴ τοῦτο ἀλλὰ φιλεῖ γε μάλιστα ἐν τοῖς πυροῖς γίνεσθαι, καθάπερ καὶ ὁ μελάμπυρος ὁ Ποντικὸς καὶ τὸ τῶν βολβῶν σπέρμα, καὶ ἄλλα δὲ ἐν ἄλλοις τῶν σπερμάτων· ἐπεὶ καὶ ὁ αἰγίλωψ δοκεῖ μᾶλλον ἐν ταῖς κριθαῖς, ἐν δὲ τοῖς φακοῖς ἄρακος τὸ τραχὺ καὶ σκληρόν, ἐν δὲ ταῖς ἀφάκαις ὁ πελεκῖνος ὅμοιον τῇ ὄψει τῷ πελέκει· σχεδὸν δὲ καθ᾿ ἕκαστόν ἐστι τὸ συνεκτρεφόμενον καὶ συναναμιγνύμενον εἴτε διὰ τὰς χώρας, ὅπερ οὐκ ἄλογον, εἴτε δι᾿ ἄλλην τινὰ αἰτίαν.