Ancient Greek · ~3 min
Θ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.2-8
Not analysed yet
Ὅταν δὲ εὐετηρία γένηται, καὶ πολυνοστότερα τὰ σπέρματα γίνεται. Ἀθήνῃσι γοῦν αἱ κριθαὶ τὰ πλεῖστα ποιοῦσιν ἄλφιτα· κριθοφόρος γὰρ ἀρίστη· τοῦτο δ᾿ οὐχ ὅταν πλεῖσται γένωνται ἀλλ᾿ ὅταν λάβῃ τινὰ κρᾶσιν. ἐν δὲ τῇ Φωκίδι περὶ Ἐλάτειαν οἱ πυροὶ ποιοῦσιν ἡμιόλια τὰ ἄλευρα, καὶ ἐν Σόλοις τῆς Κιλικίας καὶ οἱ πυροὶ καὶ αἱ κριθαί· καὶ παρ᾿ ἄλλοις ἄλλα πρὸς ἅπερ εὐφυὴς ἑκάστη. βελτίω μὲν οὖν καὶ χείρω τὰ σπέρματα καὶ διὰ τὴν ἐργασίαν καὶ διὰ τὴν γῆν γίνεται· καὶ γὰρ ἀπαγριοῦται καὶ ἡμεροῦται, καθάπερ τὰ δένδρα· καὶ ὅλως μεταβάλλει τὴν χώραν, ὥσπερ τινὰ τῶν δένδρων εὐθὺς ἕστηκε πρὸς τὸ χεῖρον.