Ancient Greek · ~3 min
Γ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.5-2
Not analysed yet
Ἡ δὲ πλατύφυλλος δεύτερον ὀρθοφυίᾳ καὶ μήκει, πρὸς δὲ τὴν χρείαν τὴν οἰκοδομικὴν χείριστον μετὰ τὴν ἁλίφλοιον, φαῦλον δὲ καὶ εἰς τὸ καίειν καὶ ἀνθρακεύειν, ὥσπερ καὶ τὸ τῆς ἁλιφλοίου, καὶ θριπηδέστατον μετ᾿ ἐκείνην· ἡ γὰρ ἁλίφλοιος παχὺ μὲν ἔχει τὸ στέλεχος χαῦνον δὲ καὶ κοῖλον ἐὰν ἔχῃ πάχος ὡς ἐπὶ τὸ πολύ, δι᾿ ὃ καὶ ἀχρεῖον εἰς τὰς οἰκοδομάς· ἔτι δὲ σήπεται τάχιστα· καὶ γὰρ ἔνυγρόν ἐστι τὸ δένδρον· δι᾿ ὃ καὶ κοίλη γίνεται. φασὶ δέ τινες οὐδ᾿ ἐγκάρδιον εἶναι μόνῃ. λέγουσιν ὡς καὶ κεραυνοβλῆτες αὗται μόναι γίνονται καίπερ ὕψος οὐκ ἔχουσαι τῶν Αἰολέων τινές, οὐδὲ πρὸς τὰ ἱερὰ χρῶνται τοῖς ξύλοις. κατὰ μὲν οὖν τὰ ξύλα καὶ τὰς ὅλας μορφὰς ἐν τούτοις αἱ διαφοραί.