Ancient Greek · ~2 min
Γ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.6-2
Not analysed yet
Κηκίδας δὲ πάντα φέρει τὰ γένη, μόνη δὲ εἰς τὰ δέρματα χρησίμην ἡ ἡμερίς. ἡ δὲ τῆς αἰγίλωπος καὶ τῆς πλατυφύλλου τῇ μὲν ὄψει παρομοία τῇ τῆς ἡμερίδος, πλὴν λειοτέρα, ἀχρεῖος δέ. φέρει καὶ τὴν ἑτέραν τὴν μέλαιναν ᾗ τὰ ἔρια βάπτουσιν. ὃ δὲ καλοῦσί τινες φάσκον ὅμοιον τοῖς ῥακίοις ἡ αἰγίλωψ μόνη φέρει πολιὸν καὶ τραχύ· καὶ γὰρ πηχυαῖον κατακρεμάννυται, καθάπερ τρύχος ὀθονίου μακρόν. φύεται δὲ τοῦτο ἐκ τοῦ φλοιοῦ καὶ οὐκ ἐκ τῆς κορύνης ὅθεν ἡ βάλανος, οὐδ᾿ ἐξ ὀφθαλμοῦ ἀλλ᾿ ἐκ τοῦ πλαγίου τῶν ἄνωθεν ὄζων. ἡ δ᾿ ἀλίφλοιος ἐπίμελαν τοῦτο φύει καὶ βραχύ.