Ancient Greek · ~2 min
Δ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.5-3
Not analysed yet
Το δὲ σάρι φύεται μὲν ἐν τῷ ὕδατι περὶ τὰ ἕλη καὶ τὰ πεδία, ἐπειδὰν ὁ ποταμὸς ἀπέλθῃ, ῥίζαν δὲ ἔχει σκληρὰν καὶ συνεστραμμένην, καὶ ἐξ αὐτῆς φύεται τὰ σαρία καλούμενα· ταῦτα δὲ μῆκος μὲν ὡς δύο πήχεις, πάχος δὲ ἡλίκον ὁ δάκτυλος ὁ μέγας τῆς χειρός· τρίγωνον δὲ καὶ τοῦτο, καθάπερ ὁ πάπυρος, καὶ κόμην ἔχον παραπλήσιον. μασώμενοι δὲ ἐκβάλλουσι καὶ τοῦτο τὸ μάσημα, τῇ ῥίζῃ δὲ οἱ σιδηρουργοὶ χρῶνται· τὸν γὰρ ἄνθρακα ποιεῖ χρηστὸν διὰ τὸ σκληρὸν εἶναι τὸ ξύλον.