Ancient Greek · ~2 min
Δ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.6-3
Not analysed yet
Τὸ δὲ μνασίον ποιῶδές ἐστιν, ὥστ’ οὐδεμίαν παρέχεται χρείαν πλὴν τὴν εἰς τροφήν. Καὶ τὰ μὲν γλυκύτητι διαφέροντα ταῦτά ἐστι. φύεται δὲ καὶ ἕτερον ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις ὃ οὐ συνάπτει τῇ γῇ, τὴν μὲν φύσιν ὅμοιον τοῖς κρίνοις, πολυφυλλότερον δὲ καὶ παρ’ ἄλληλσ τὰ φύλλα καθάπερ ἐν διστοιχίᾳ· χρῶμα δὲ χλωρὸν ἔχει σφόδρα. χρῶνται δὲ οἱ ἰατροὶ πρός τε τὰ γυναικεῖα αὐτῷ καὶ πρὸς τὰ κατάγματα.