Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.5-4
Not analysed yet
Βίος δὲ ἰωνίας μὲν τῆς λευκῆς ἔτη μάλιστα τρία· γηράσκουσα δὲ ἐλαττοῦται καὶ ἴα λευκότερα φέρει. ῥοδωνίας δὲ πέντε τὰ πρὸς τὴν ἀκμὴν μὴ ἐπικαομένης· χείρω δὲ καὶ ταύτης τὰ ῥόδα γηρασκούσης. πρὸς εὐοσμίαν δὲ καὶ ῥόδων καὶ ἴων καὶ τῶν ἄλλων ἀνθῶν μέγιστον ὁ τόπος συμβάλλεται καὶ ὁ ἀὴρ πρὸς ἕκαστον οἰκεῖος· ἐν Αἰγύπτῳ γὰρ τὶ μὲν ἄλλα πάντ᾿ ἄοσμα καὶ ἄνθη καὶ ἀρώματα, αἱ δὲ μυρρίναι θαυμασταὶ τῇ εὐοσμίᾳ. προτερεῖν δέ φασι τῶν ἐνταῦθα καὶ ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα ἄνθη καὶ διμήνῳ, καὶ διαμένειν πλείω τῶν παῤ ἡμῖν ἢ οὐκ ἐλάττω χρόνον ταῦτα.