Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.6-4
Not analysed yet
Δοκεῖ δὲ πολὺ πρὸς εὐοσμίαν διαφέρειν, ὥσπερ ἐλέχθη, καὶ ὁ ἐνιαυτὸς τοῖος ἢ τοῖος γενόμενος, οὐ μόνον ἐπομβρίαις καὶ αὐχμοῖς ἀλλὰ καὶ τῷ κατὰ καιρὸν γίνεσθαι καὶ ὕδατα καὶ πνεύματα καὶ ἁπλῶς τὰς τοῦ ἀέρος μεταβολάς. τὰ δὲ ἐν τοῖς ὄρεσιν ὡς ἁπλῶς εἰπεῖν καὶ ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα μὲν ἀνθεῖν τῇ δὲ ὀσμῇ πολλὰ χείρω γίνεσθαι. καὶ περὶ μὲν τῶν στεφανωματικῶν καὶ ἁπλῶς τῶν φρυγανικῶν σχεδὸν ἐν τούτοις καὶ τοῖς ὁμοίοις ἐστὶν ἡ ἱστορία.