Ancient Greek · ~2 min
Θ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.5-5
Not analysed yet
Τὸ δ᾿ ὑποφυόμενον εὐθὺς ἐκ τῆς ῥίζης τῷ κυμίνῳ καὶ τῷ βουκέρῳ τὸ αἱμόδωρον καλούμενον μᾶλλον ἰδίᾳ. ἔστι δὲ τὸ αἱμόδωρον μονόκαυλον οὐκ ἀπεμφερές ,πλὴν βραχύτερόν τε πολύ, καὶ ἄνωθέν τι κεφαλῶδες ἔχει ῥίζαν δὲ ὑποστρόγγυλον· οὐθὲν δὲ ἕτερον ἀφαυαίνεται παρὰ τὸ βούκερας. γίνεται δὲ ταῦτα ἐν ταῖς λεπταῖς οὐκ ἐν ταῖς πιείραις, ὥσπερ καὶ τῆς Εὐβοίας ἐν τῷ Ληλάντῳ μὲν οὐ γίνεται περὶ δὲ τὸν Κάνηθον καὶ εἴ τις ἄλλος τοιοῦτος τόπος. ταῦτα μὲν οὖν κοινὰ πλειόνων ὄντα κατισχύει μᾶλλον ἐν τοῖς εἰρημένοις διὰ τὴν ἀσθένειαν.