Ancient Greek · ~2 min
Θ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.6-5
Not analysed yet
Τὸ δὲ τέραμον καὶ ἀτέραμον λέγεται μὲν ἐπὶ τῶν ὀσπρίων μόνον, οὐκ ἄλογον δὲ καὶ ἐπὶ τῶν σιτωδῶν παραπλήσιον ἢ καὶ ταὐτό τι συμβαίνειν, ἀλλὰ διὰ τὸ μὴ τὴν αὐτὴν εἶναι χρείαν οὐχ ὁμοίως ἐμφανές· ἐπεὶ οὐδ᾿ ἐπὶ τούτων ἀπάντων ὁμοίως ἀλλὰ μάλιστα ἐπὶ τῶν κυάμων λέγεται καὶ φακῶν, εἴτ᾿ οὖν καὶ μάλιστα πασχόντων εἴτε καὶ διὰ τὴν χρείαν φαινομένων. γίνεται γοῦν πλεοναχῶς· πολλαχοῦ γὰρ τόποι τινές εἰσιν οἳ αἰεὶ φέρουσι τεράμονα καὶ ἄλλλοι πάλιν ἀτεράμονα· τὸ δὲ ὡς ἐπὶ πᾶν οἱ λεπτόγεω μᾶλλον τεράμονα·