Ancient Greek · ~2 min
Θ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.7-3
Not analysed yet
καὶ ἀέρος κατάστασίς τις ποιεῖ τὴν τοιαύτην παραλλαγήν· σημεῖον δὲ ὅτι ταὐτὰ χωρία καὶ ὁμοίως ἐργασθέντα φέρει ποτὲ μὲν τεράμονα ποτὲ δὲ ἀτεράμονα. περὶ Φιλίππους δὲ ὁ κύαμος λικμώμενος, ἐὰν ὑπὸ πνεύματος ἐγχωρίου ληφθῇ, τεράμων ὢν ἀτεράμων γίνεται. ταῦτα μὲν οὖν μηνύει διότι πολλαχῶς τῶν αὐτῶν χωρίων ἔνια σύνορα καὶ ὁμοίως καθήμενα καὶ οὐδεμίαν ἔχοντα κατὰ τὴν γῆν διαφορὰν τὸ μὲν τεράμονα τὸ δ᾿ ἀτεράμονα φέρει, καὶ ἐνίοτε μόνον αὔλακος διοριζούσης.