Ancient Greek · ~3 min
Δ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.8
Not analysed yet
τὰ μὲν οὖν περὶ τὸν καρπὸν τοιαῦτα. ἡ δὲ ῥίζα παχυτέρα τοῦ καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίως ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ’ αὐτὴν καὶ ὠμὴν καὶ ἑφθὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἔλη τούτῳ σίτῳ χρῶνται. φύεται μὲν οὖν ὁ πολὺς αὐτόματος· οὐ μὴν ἀλλὰ καὶ καταβάλλουσιν ἐν πηλῷ ἀχυρώσαντες εὖ μάλα πρὸς τὸ κατενεχθῆναί τε καὶ μεῖναι καὶ μὴ διαφθαρῆναι· καὶ οὕτω κατασκευάζουσι τοὺς κυαμῶνας· ἂν δ’ ἅπαξ ἀντιλάβηται, μένει διὰ τέλους. ἰσχυρὰ γὰρ ἡ ῥίζα καὶ οὐ πόρρω τῆς τῶν καλάμων πλὴν ἐπακανθίζουσα· δι’ ὃ καὶ ὁ κροκόδειλος φεύγει μὴ προσκόψῃ τῷ ὀφθαλμῷ τῷ μὴ ὀξὺ καθορᾷν· γίνεται δὲ οὗτος καὶ ἐν Συρίᾳ καὶ κατὰ Κιλικίαν, ἀλλ’ οὐκ ἐκπέττουσιν αἱ χῶραι· καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει· καὶ αὐτοῦ πέττεται τελέως καὶ τελεοκαρπεῖ.