Ancient Greek · ~2 min
Δ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.9
Not analysed yet
Ὁ δὲ λωτὸς καλούμενος φύεται μὲν ὁ πλεῖστος ἐν τοῖς πεδίοις, ὅταν ἡ χώρα κατακλυσθῇ. τούτου δὲ ἡ μὲν τοῦ καυλοῦ φύσις ὁμοία τῇ τοῦ κυάμου, καὶ οἱ πέτασοι δὲ ὡσαύτως, πλὴν ἐλάττους καὶ λεπτότεροι. ἐπιφύεται δὲ ὁμοίως ὁ καρπὸς τῷ τοῦ κυάμου. τὸ ἄνθος αὐτοῦ λευκὸν ἐμφερὲς τῇ στενότητι τῶν φύλλων τοῖς τοῦ κρίνου, πολλὰ δὲ καὶ πυκνὰ ἐπ’ ἀλλήλοις φύεται. ταῦτα δὲ ὅταν μὲν ὁ ἥλιος δύῃ συμμύει καὶ συγκαλύπτει τὴν κωδύαν, ἄμα δὲ τῇ ἀνατολῇ διοίγεται καὶ ὑπὲρ τοῦ ὕδατος γίνεται. τοῦτο δὲ ποιεῖ μέχρι ἂν ἡ κωδύα ἐκτελεωθῇ καὶ τὰ ἄνθη περιρρυῇ.