Ancient Greek · ~2 min
I, Chapter 8
Theophrastus, Enquiry into Plants 8.8-2
Not analysed yet
Καὶ ἄλλα δὲ τοιαῦτα πλείω. περιγράφειν δὲ καὶ τὸν μανδραγόραν εἰς τρὶς ξίφει, τέμνειν δὲ πρὸς ἑσπέραν βλέποντα. τὸν δ᾿ ἕτερον κύκλῳ περιορχεῖσθαι καὶ λέγειν ὡς πλεῖστα περὶ ἀφροδισίων. τοῦτο δ᾿ ὅμοιον ἔοικε τῷ περὶ τοῦ κυμίνου λεγομένῳ κατὰ τὴν βλασφημίαν ὅταν σπείρωσι. περιγράφειν δὲ καὶ τὸν ἐλλέβορον τὸν μέλανα καὶ τέμνειν ἱστάμενον πρὸς ἕω καὶ κατευχόμενον· ἀετὸν δὲ φυλάττεσθαι καὶ ἐκ δεξιᾶς καὶ ἐξ ἀριστερᾶς· κίνδυνον γὰρ εἶναι τοῖς τέμνουσιν, ἐάνπερ ἐγγὺς ἐπιγένηται ὁ ἀετός, ἀποθνήσκειν ἐνιαυτῷ. ταῦτα μὲν οὖν ἐπιθέτοις ἔοικεν, ὥσπερ εἴρηται. τρόποι δ᾿ οὐκ εἰσὶ τῶν ῥιζοτομιῶν πλὴν οὓς εἴπομεν.