Ancient Greek · ~2 min
I, Chapter 9
Theophrastus, Enquiry into Plants 9.1-7
Not analysed yet
IX. Ἕστι δέ, ὥσπερ ἐλέχθη, τῶν μὲν πάντα χρήσιμα καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ ὁ ὀπός, ὥσπερ ἄλλων τε καὶ τοῦ πανάκους· τῶν δὲ ἡ ῥίζα καὶ ὁ ὀπός, οἷον τῆς σκαμμωνίας καὶ τοῦ κυκλαμίνου καὶ τῆς θαψίας καὶ ἑτέρων, καθάπερ καὶ τοῦ μανδραγόρου· τοῦ γὰρ μανδραγόρου τὸ φύλλον χρήσιμον εἶναί φασι πρὸς τὰ ἕλκη μετ᾿ ἀλφίτου, τὴν δὲ ῥίζαν πρὸς ἐρυσίπελας ξυσθεῖσάν τε καὶ ὄξει δευθεῖσαν καὶ πρὸς τὰ ποδαγρικὰ καὶ πρὸς ὕπνον καὶ πρὸς φίλτρα· διδόασι δ᾿ ἐν οἴνῳ ἢ ὄξει· τέμνουσι δὲ τροχίσκους ὥσπερ ῥαφανῖδος καὶ ἐνείραντες ὑπὲρ γλεύκους ἐκρέμασαν ἐπὶ καπνῷ.