Ancient Greek · ~2 min
Δ, Chapter 9
Theophrastus, Enquiry into Plants 9.2-3
Not analysed yet
ἔχει δὲ ἐκ τοῦ ἑνὸς καυλοῦ καὶ παραβλαστήματα πλείω· καὶ γὰρ τρία καὶ τέτταρα, μέγιστον δ’ αἰεὶ τὸ πλησιαίτερον τῆς ῥίζης, εἶτα τὸ μετὰ τοῦτο καὶ τὰ ἄλλα κατὰ λόγον. τὸ δὲ παραβλάστημά ἐστιν ὥσπερ καυλὸς ἄλλος λεπτότερος μὲν τοῦ πρώτου, τὰ δὲ φύλλα καὶ τὸν καρπὸν ἔχων ὁμοίως. ὁ δὲ καρπὸς μέλας καὶ σκληρὸς σφόδρα. ῥίζαν δὲ ἡλίκην καὶ ποίαν ἔχει σκεπτέον. ἡ μὲν οὖν φύσις τοιαύτη. φύεται μὲν ἀπὸ τοῦ καρποῦ τοῦ πίπτοντος καὶ ἀφίησι βλαστὸν τοῦ ἦρος·