Ancient Greek · ~4 min
Δ, Chapter 9
Theophrastus, Enquiry into Plants 9.1-3
Not analysed yet
IX. Ἕκαστοι δὲ τῶ ποταμῶν ἐοίκασιν ἴδιόν τι φέρειν, ὥσπερ καὶ τῶν χερσαίων. ἐπεὶ οὐδὲ ὁ τρίβολος ἐν ἅποσιν οὐδὲ πανταχοῦ φύεται, ἀλλ’ ἐν τοῖς ἑλώδεσι τῶν ποταμῶν· ἐν μεγίστῳ δὲ βάθει πενταπήχει ἢ μικρῷ μείζονι, καθάπερ περὶ τὸν Στρυμόνα· σχεδὸν δὲ ἐν τοσούτῳ καὶ ὁ κάλαμος καὶ τὰ ἄλλα. ὑπερέχει δὲ οὐθὲν αὐτοῦ πλὴν αὐτὰ τὰ φύλλα ὥσπερ ἐπινέοντα καὶ κρύπτοντα τὸν τρίβολον, ὁ δὲ τρίβολος αὐτὸς ἐν τῷ ὕδατι νεύων εἰς βυθόν. τὸ δὲ φύλλον ἐστὶ πλατὺ προσεμφερὲς τῷ τῆς πτελέας, μίσχον δὲ ἔχει σφόδρα μακρόν· ὁ δὲ καυλὸς ἐξ ἄκρου παχύτατος, ὅθεν τὰ φύλλα καὶ ὁ καρπός, τὰ δὲ κάτω λεπτότερος ἀεὶ μέχρι τῆς ῥίζης· ἔχει δὲ ἀποπεφυκότα ἀπ’ αὐτοῦ τριχώδη τὰ μὲν πλεῖστα παράλληλα τὰ δὲ καὶ παραλλάττοντα, κάτωθεν ἀπὸ τῆς ῥίζης μεγάλα τὰ δὲ ἄνω ἀεὶ ἐλάττω προιοῦσιν, ὥστε τὰ τελευταῖα μικρὰ πάμπαν εἶναι καὶ τὴν διαφορὰν μεγάλην τὴν ἀπὸ τῆς ῥίζης πρὸς τὸν καρπόν.