Ancient Greek · ~2 min
Ε, Chapter 9
Theophrastus, Enquiry into Plants 9.2-4
Not analysed yet
Βέλτιστοι δὲ οἱ τῶν ἐν ἀκμῇ καὶ μάλιστα οἱ τῶν κολοβῶν· συμμέτρως γὰρ ἔχουσι τῷ πυκνῷ καὶ γεώδει καὶ τῷ ὑγρῷ· βελτίους δὲ καὶ ἐκ τῶν εὐείλων καὶ ξηρῶν καὶ προσβόρρων ἡ ἐκ τῶν παλισκίων καὶ ὑγρῶν καὶ πρὸς νότον· καὶ εἰ ἐνικμοτέρας ὕλης, πυκνῆς· ὑγροτέρα γαρ ἡ πυκνή. καὶ ὅλως, ὅσα ἡ φύσει ἢ διὰ τόπον ξηρότερον πυκνότερα, ἐξ ἁπάντων βελτίω διὰ τὴν αὐτὴν αἰτίαν. χρεία δὲ ἄλλων ἄλλη· πρὸς ἔνια γὰρ ζητοῦσι τοὺς μαλακούς, οἶον ἐν τοῖς σιδηρείοις τοὺς τῆς καρύας τῆς Εὐβοϊκῆς, ὅταν ἤδη κεκαυμένος ᾖ, καὶ ἐν τοῖς ἀργυρείοις τοὺς πιτυίνους.