Ancient Greek · ~2 min
Ε, Chapter 9
Theophrastus, Enquiry into Plants 9.3-4
Not analysed yet
χρῶνται δὲ καὶ αἱ τέχναι τούτοις. ζητοῦσι δὲ καὶ οἱ χαλκεῖς τοὺς πευκίνους μᾶλλον ἡ δρυίνους· καίτοι ἀσθενέστεροι ἀλλ’ εἰς τὴν φύσησιν ἀμ; είνους ὡς ἦσσον καταμαραινόμενοι· ἔστι δὲ ἡ φλὸξ ὀξυτέρα τούτων. τὸ δὲ ὅλον ὀξυτέρα φλὸξ καὶ ἡ τούτων καὶ ἡ τῶν ξύλων τῶν μανῶν καὶ κούφων καὶ ἡ τῶν αὔων· ἡ δ’ ἐκ τῶν πυκνῶν καὶ χλωρῶν νωθεστέρα καὶ παχυτέρα· πασῶν δὲ ὀξυτάτη ἡ ἐκ τῶν ὑλημάτων· ἄνθρακες δὲ ὅλως οὐ γίνονται διὰ τὸ μὴ ἔχειν τὸ σωματῶδες.