Ancient Greek · ~2 min
Η, Chapter 9
Theophrastus, Enquiry into Plants 9.2-5
Not analysed yet
Διαφέρουσι δὲ καὶ τοῖς ἄνθεσι πολύ· ἐν μὲν γὰρ τοῖς δένδρεσι τά γε πλεῖστα λευκά, τὰ δὲ μικρὸν ἐπιπορφυρίζοντα, τὰ δὲ ποώδη καὶ χλοώδη, κεχρωσμένον δὲ ἀνθινῷ οὐδέν· ἐν δὲ τοῖς ποιώδεσι τῶν ἀνθῶν πολλαὶ καὶ παντοδαπαὶ χροιαὶ καὶ ἄκρατοι καὶ μεμιγμέναι καὶ εὔοσμοι δὴ καὶ ἄοσμοί εἰσιν. καὶ τὰ μὲν δένδρα τὴν ἄνθησιν ἀθρόαν ποιεῖται, τούτων δ᾿ ἔνια κατὰ μέρος, ὥσπερ ἐλέχθη καὶ περὶ τοῦ ὠκίμου, δι᾿ ὃ καὶ πολὺν χρόνον ἀνθεῖ, καθάπερ ἄλλα τε πολλὰ καὶ τὸ ἡλιοτρόπιον καὶ τὸ κιχόριον.