Ancient Greek · ~3 min
Η, Chapter 9
Theophrastus, Enquiry into Plants 9.1-5
Not analysed yet
IX. Ἔστι δὲ καὶ τὰ μὲν ἄκαρπα τὰ δὲ κάρπιμα. καὶ ὅλως τῶν ποιωδῶν τὰ μὲν ἄχρι τῶν φύλλων ἀφικνεῖται, τὰ δὲ καυλὸν ἔχει καὶ ἄνθος καρπὸν δὲ οὔ. τὰ δὲ καὶ καρπὸν ὥσπερ τελειοτάτην φύσιν, εἰ μή τι καὶ ἄνευ τοῦ ἄνθους καρποφόρον, ὥσπερ ἐπὶ τῶν δένδρων. Διαφέρει δὲ καὶ τὰ φύλλα σχεδὸν οὐκ ἐλάττοσιν ἀλλὰ πλείοσι διαφοραῖς ἢ τὰ τῶν δένδρων· καὶ πρὸς αὐτὰ δὲ ἐκεῖνα διαφορὰς ἔχει· μεγίστην μὲν ὡς εἰπεῖν ὅτι τὰ μὲν ἀπὸ μίσχου προσπέφυκε, τὰ δὲ αὐτὰ μὲν ὡς ἀπλῶς, τὰ δὲ καυλικῇ τινι προσφύσει. καὶ τῶν μὲν ἐν τῇ βλαστήσει προτερεῖ ,τῶν δὲ πλείστων τὰ φύλλα, καὶ σχεδὸν ἐν τῇ ἀρχῇ μέγιστα γίνονται καὶ μάλιστα ἐδώδιμα· τὰ δὲ ἐκ τῶν δένδρων προωθεῖ τινα καυλόν.