Ancient Greek
I, Chapter 9
Theophrastus, Enquiry into Plants 9.2-7
Not analysed yet
Ὁ δὲ ἐλλέβορος ἐπὶ ταὐτὰ τῇ τε ῥίζῃ καὶ τῷ καρπῷ χρήσιμος, εἴπερ οἱ ἐν Ἀντικύρᾳ, καθάπερ φασί, τῷ καρπῷ καθαίρουσιν· ἔχει δὲ τὸν σησαμώδη τοῦτον. Πλείω δὲ καὶ τοῦ πανάκους τὰ χρήσιμα καὶ οὐ πάντα πρὸς τὰ αὐτά· ἀλλ᾿ ὁ μὲν καρπὸς πρὸς τὰς ἐξαμβλώσεις καὶ τὰς δυσουρίας, ὁ δὲ ὀπὸς ἡ χαλβάνη καλουμένη πρός τε τὰς ἐξαμβλώσεις καὶ πρὸς τὰ σπάσματα καὶ τοὺς τοιούτους πόνους, ἔτι δὲ πρὸς τὰ ὦτα καὶ τὰς φωνασκίας· ἡ δὲ ῥίζα πρός τε τοὺς τόκους καὶ τὰ γυναικεῖα καὶ πρὸς ὑποζυγίων φύσας· χρησίμη δὲ καὶ πρὸς τὸ ἴρινον μύρον διὰ τὴν εὐωδίαν· ἰσχυρότερον δὲ τὸ σπέρμα τῆς ῥίζης. γίνεται δὲ περὶ Συρίαν καὶ τέμνεται περὶ πυραμητόν.