Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 9
Theophrastus, Enquiry into Plants 9.4
Not analysed yet
Τῶν μὲν οὖν δένδρων ταῦτα. τῶν δὲ θαμνωδῶν κιττὸς βάτος ῥάμνος κάλαμος κεδρίς· ἔστι γάρ τι μικρὸν ὃ οὐ δενδροῦται. τῶν δὲ φρυγανικῶν καὶ ποιωδῶν πήγανον ῥάφανος ῥοδωνία ἰωνία ἀβρότονον ἀμάρακον ἕρπυλλος ὀρίγανον σέλινον ἱπποσέλινον μήκων καὶ τῶν ἀγρίων εἴδη πλείω. διαμένει δὲ καὶ τούτων ἔνια τοῖς ἄκροις τὰ δὲ ἄλλα ἀποβάλλει οἶον ὀρίγανον σέλινον ἐπεὶ καὶ τὸ πήγανον κακοῦται καὶ ἀλλάττεται.