Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 9
Theophrastus, Enquiry into Plants 9.3
Not analysed yet
Ἔστι δὲ τὰ μὲν ἀείφυλλα τὰ δὲ φυλλοβόλα. τῶν μὲν ἡμέρων ἀείφυλλα ἐλάα φοῖνιξ δάφνη μύρρινος πεύκης τι γένος κυπάριττος· τῶν δ᾿ ἀγρίων ἐλάτη πεύκη ἄρκευθος μίλος θυία καὶ ἣν Ἀρκάδες καλοῦσι φελλόδρυν φιλυρέα κέδρος πίτυς ἀγρία μυρίκη πύξος πρῖνος κήλαστρον φιλύκη ὀξυάκανθος ἀφάρκη, ταῦτα δὲ φύεται περὶ τὸν Ὄλυμπον, ἀνδράχλη κόμαρος τέρμινθος ἀγρία δάφνη. δοκεῖ δ᾿ ἡ ἀνδράχλη καὶ ὁ κόμαρος τὰ μὲν κάτω φυλλοβολεῖν τὰ δὲ ἔσχατα τῶν ἀκρεμόνων ἀείφυλλα ἔχειν, ἐπιφύειν δὲ ἀεὶ τοὺς ἀκρεμόνας.