Ancient Greek · ~4 min
Γ, Chapter 9
Theophrastus, Enquiry into Plants 9.4-2
Not analysed yet
Πεύκης μὲν οὖν ταῦτα γένη ποιοῦσιν, ἥμερόν τε καὶ ἄγριον, καὶ τῆς ἀγρίας ἄρρενά τε καὶ θήλειαν καὶ τρίτην τὴν ἄκαρπον. οἱ δὲ περὶ τὴν Ἀρκαδίαν οὔτε τὴν ἄκαρπον λέγουσιν οὔτε τὴν ἥμερον πεύκην, ἀλλὰ πίτυν εἶναί φασι· καὶ γὰρ τὸ στέλεχος ἐμφερέστατον εἶναι τῇ πίτυι καὶ ἔχειν τήν τε λεπτότητα καὶ τὸ μέγεθος καὶ ἐν ταῖς ἐργασίαις ταὐτὸ τὸ ξύλον· τὸ γὰρ τῆς πεύκης καὶ παχύτερον καὶ λειότερον καὶ ὑψηλότερον εἶναι· καὶ τὰ φύλλα τὴν μὲν πεύκην ἔχειν πολλὰ καὶ λιπαρὰ καὶ βαθέα καὶ κεκλιμένα, τὴν δὲ πίτυν καὶ τὴν κωνοφόρον ταύτην ὀλίγα τε καὶ αὐχμωδέστερα καὶ πεφρικότα μᾶλλον· ἄμφω δὲ τριχόφυλλα. ἔτι δὲ τὴν πίτταν ἐμφερεστέραν τῆς πίτυος· καὶ γὰρ τὴν πίτυν ἔχειν ὀλίγην τε καὶ πικράν, ὥσπερ καὶ τὴν κωνοφόρον, τὴν δὲ πεύκην εὐώδη καὶ πολλήν. φύεται δ᾿ ἐν μὲν τῇ Ἀρκαδίᾳ ἡ πίτυς ὀλίγη περὶ δὲ τὴν Ἠλείαν πολλή. οὗτοι μὲν οὖν ὅλῳ τῷ γένει διαμφισβητοῦσιν.